Η γη της Συρίας

Ἐκ τοῦ Χρονικοῦ Θεοφάνους· ἔτος ἀπὸ κτίσεως κόσμου ͵ϛροαʹ [έτος Χριστού 663].

Ἰστέον, ὅτι πρὸς τῇ τελευτῇ Μαυίου, τῶν Ἀράβων ἀρχηγοῦ, εἰσῆλθον οἱ Μαρδαῗται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως, καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. Καὶ τοῦτο μαθὼν Μαυίας καὶ οἱ σύμβουλοι αὐτοῦ, ἐφοβήθησαν σφόδρα.



Καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην. Ἐπὶ ταύτῃ τῇ προφάσει πέμπεται παρὰ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ ὀρθοδόξου, υἱοῦ τοῦ Πωγωνάτου, Ἰωάννης ὁ ἐπίκλην Πιτζηκαύδης. Τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, Μαυίας ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς, καὶ συνεφωνήθη πρὸς ἀμφοτέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῷ τῶν Ῥωμαίων βασιλεῖ παρὰ τῶν Ἀγαρηνῶν χρυσίου χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους ωʹ [800] καὶ ἵππους εὐγενεῖς νʹ [50].



Ἐπὶ τούτου διῃρέθη ἡ τῶν Ἀράβων ἀρχὴ εἰς μέρη δύο. Καὶ εἰς μὲν τὴν Αἰθρίβου ἐκράτησε τὴν ἀρχὴν ὁ Ἀλή, τὴν δὲ Αἴγυπτον καὶ Παλαιστίνην καὶ ∆αμασκὸν ἐκράτει ὁ Μαυίας. Καὶ οἱ μὲν τὴν Αἴθριβον οἰκοῦντες μετὰ τῶν υἱῶν τοῦ Ἀλὴ ἐστράτευσαν κατὰ τοῦ Μαυίου. Ὁ δὲ Μαυίας ἀνθωπλίσατο κατ' αὐτῶν, καὶ συνῆψεν πόλεμον παρὰ τὸν ποταμὸν Εὐφράτην, καὶ ἡττήθη τὸ μέρος Ἀλή, καὶ παρέλαβεν ὁ Μαυίας τὴν Αἴθριβον καὶ πᾶσαν τὴν γῆν τῆς Συρίας. Ἐκράτησεν δὲ ἡ αὐτοῦ γενεὰ ἔτη πεʹ [85].

Κωνσταντίνου Πορφυρογέννητου, Έκθεσις της βασιλείου τάξεως, 21
-.

Δημοσίευση σχολίου

0 Σχόλια